Ancient Greek
Section 31
Isocrates, Παραγραφή πρὸς Καλλίμαχον 31
Not analysed yet
ἄξιον δὲ καὶ τῶνδε μνησθῆναι, διότι πολλῶν καὶ καλῶν τοῖς προγόνοις ἐν τῷ πολέμῳ πεπραγμένων οὐχ ἥκισθʼ ἡ πόλις ἐκ τούτων τῶν διαλλαγῶν εὐδοκίμησεν. πρὸς μὲν γὰρ τὸν πόλεμον πολλαὶ πόλεις ἂν εὑρεθεῖεν καλῶς ἠγωνισμέναι, περὶ δὲ στάσεως οὐκ ἔστιν ἣν ἄν τις ἐπιδείξειεν ἄμεινον τῆς ἡμετέρας βεβουλευμένην.