Ancient Greek · ~1 min
Section 27
Isocrates, Πλαταικός 27
Not analysed yet
καὶ τὰς μὲν παλαιὰς προδοσίας πολὺ ἂν ἔργον εἴη λέγειν· γενομένου δὲ τοῦ Κορινθιακοῦ πολέμου διὰ τὴν ὕβριν τὴν τούτων, καὶ Λακεδαιμονίων μὲν ἐπʼ αὐτοὺς στρατευσάντων, διʼ ὑμᾶς δὲ σωθέντες οὐχ ὅπως τούτων χάριν ἀπέδοσαν, ἀλλʼ ἐπειδὴ διελέλυσθε τὸν πόλεμον, ἀπολιπόντες ὑμᾶς εἰς τὴν Λακεδαιμονίων συμμαχίαν εἰσῆλθον.