Ancient Greek · ~2 min
Section 28
Isocrates, Πλαταικός 28
Not analysed yet
καὶ Χῖοι μὲν καὶ Μυτιληναῖοι καὶ Βυζάντιοι συμπαρέμειναν, οὗτοι δὲ τηλικαύτην πόλιν οἰκοῦντες οὐδὲ κοινοὺς σφᾶς αὐτοὺς παρασχεῖν ἐτόλμησαν, ἀλλʼ εἰς τοῦτʼ ἀνανδρίας καὶ πονηρίας ἦλθον, ὥστʼ ὤμοσαν ἦ μὴν ἀκολουθήσειν μετʼ ἐκείνων ἐφʼ ὑμᾶς τοὺς διασώσαντας τὴν πόλιν αὐτῶν· ὑπὲρ ὧν δόντες τοῖς θεοῖς δίκην καὶ τῆς Καδμείας καταληφθείσης ἠναγκάσθησαν ἐνθάδε καταφυγεῖν. ὅθεν καὶ μάλιστʼ ἐπεδείξαντο τὴν αὑτῶν ἀπιστίαν·