Ancient Greek · ~2 min
Section 29
Isocrates, Πλαταικός 29
Not analysed yet
σωθέντες γὰρ πάλιν διὰ τῆς ὑμετέρας δυνάμεως καὶ κατελθόντες εἰς τὴν αὑτῶν οὐδένα χρόνον ἐνέμειναν, ἀλλʼ εὐθὺς εἰς Λακεδαίμονα πρέσβεις ἀπέστελλον, ἕτοιμοι δουλεύειν ὄντες καὶ μηδὲν κινεῖν τῶν πρότερον πρὸς αὐτοὺς ὡμολογημένων. καὶ τί δεῖ μακρολογεῖν; εἰ γὰρ μὴ προσέταττον ἐκεῖνοι τούς τε φεύγοντας καταδέχεσθαι καὶ τοὺς αὐτόχειρας ἐξείργειν, οὐδὲν ἂν ἐκώλυεν αὐτοὺς μετὰ τῶν ἠδικηκότων ἐφʼ ὑμᾶς τοὺς εὐεργέτας στρατεύεσθαι.