Ancient Greek · ~2 min
Section 45
Isocrates, Τραπεζιτικός 45
Not analysed yet
δοκεῖτε δέ μοι, ὦ ἄνδρες δικασταί, ἄριστʼ ἂν γνῶναι περὶ ὧν ἀμφισβητοῦμεν, ἀναμνησθέντες ἐκεῖνον τὸν χρόνον, καὶ τὰ πράγματα πῶς εἶχεν ἡμῖν, ὅτʼ ἐγὼ Μενέξενον καὶ Φιλόμηλον προσέπεμψʼ ἀπαιτήσοντας τὴν παρακαταθήκην, καὶ Πασίων τὸ πρῶτον ἐτόλμησεν ἔξαρνος γενέσθαι. εὑρήσετε γὰρ τὸν μὲν πατέρα μου συνειλημμένον καὶ τὴν οὐσίαν ἅπασαν ἀφῃρημένον, ἐμοὶ δʼ οὐχ οἷόν τʼ ὂν διὰ τὰς παρούσας τύχας οὔτʼ αὐτοῦ μένειν οὔτʼ εἰς τὸν Πόντον εἰσπλεῖν.