Ancient Greek · ~2 min
Section 46
Isocrates, Τραπεζιτικός 46
Not analysed yet
καίτοι πότερον εἰκὸς ἔμʼ ἐν τοσούτοις ὄντα κακοῖς ἀδίκως ἐγκαλεῖν, ἢ Πασίωνα καὶ διὰ τὸ μέγεθος τῶν ἡμετέρων συμφορῶν καὶ διὰ τὸ πλῆθος τῶν χρημάτων ἐπαρθῆναι τὴν ἀποστέρησιν ποιήσασθαι; τίς δὲ πώποτʼ εἰς τοσοῦτον συκοφαντίας ἀφίκετο ὥστε αὐτὸς περὶ τοῦ σώματος κινδυνεύων τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν; μετὰ ποίας δʼ ἂν ἐλπίδος ἢ τί διανοηθεὶς ἀδίκως ἦλθον ἐπὶ τοῦτον; πότερον ὡς δείσας τὴν δύναμιν τὴν ἐμὴν ἤμελλεν εὐθύς μοι δώσειν ἀργύριον; ἀλλʼ οὐχ οὕτως ἑκάτερος ἡμῶν ἔπραττεν.