Ancient Greek · ~1 min
Section 1
Isocrates, Ἐπιστολαὶ αʹ Διονύσιῳ 1
Not analysed yet
εἰ μὲν νεώτερος ἦν, οὐκ ἂν ἐπιστολὴν ἔπεμπον, ἀλλ’ αὐτὸς ἄν σοι πλεύσας ἐνταῦθα διελέχθην· ἐπειδὴ δ’ οὐ κατὰ τοὺς αὐτοὺς χρόνους ὅ τε τῆς ἡλικίας τῆς ἐμῆς καιρὸς καὶ τῶν σῶν πραγμάτων συμβέβηκεν, ἀλλ’ ἐγὼ μὲν προαπείρηκα, τὰ δὲ πράττεσθαι νῦν ἀκμὴν εἴληφεν, ὡς οἷόν τ’ ἐστὶν ἐκ τῶν παρόντων, οὕτω σοι πειράσομαι δηλῶσαι περὶ αὐτῶν.