Ancient Greek · ~1 min
Section 2
Isocrates, Ἐπιστολαὶ αʹ Διονύσιῳ 2
Not analysed yet
οἶδα μὲν οὖν ὅτι τοῖς συμβουλεύειν ἐπιχειροῦσι πολὺ διαφέρει μὴ διὰ γραμμάτων ποιεῖσθαι τὴν συνουσίαν ἀλλ’ αὐτοὺς πλησιάσαντας, οὐ μόνον ὅτι περὶ τῶν αὐτῶν πραγμάτων ῥᾷον ἄν τις παρὼν πρὸς παρόντα φράσειν ἢ δι’ ἐπιστολῆς δηλώσειεν, οὐδ’ ὅτι πάντες τοῖς λεγομένοις μᾶλλον ἢ τοῖς γεγραμμένοις πιστεύουσι, καὶ τῶν μὲν ὡς εἰσηγημάτων, τῶν δ’ ὡς ποιημάτων ποιοῦνται τὴν ἀκρόασιν·