Ancient Greek · ~2 min
Section 4
Isocrates, Ἐπιστολαὶ αʹ Διονύσιῳ 4
Not analysed yet
καίτοι τινὲς ἤδη με τῶν σοὶ πλησιασάντων ἐκφοβεῖν ἐπεχείρησαν, λέγοντες ὡς σὺ τοὺς μὲν κολακεύοντας τιμᾶς, τῶν δὲ συμβουλευόντων καταφρονεῖς. ἐγὼ δ’ εἰ μὲν ἀπεδεχόμην τοὺς λόγους τούτους ἐκείνων, πολλὴν ἂν ἡσυχίαν εἶχον· νῦν δ’ οὐδεὶς ἄν με πείσειεν, ὡς οἷόν τ’ ἐστὶ τοσοῦτον καὶ τῇ γνώμῃ καὶ ταῖς πράξεσι διενεγκεῖν, ἂν μή τις τῶν μὲν μαθητής, τῶν δ’ ἀκροατής, τῶν δ’ εὑρετὴς γένηται, καὶ πανταχόθεν προσαγάγηται καὶ συλλέξηται, δι’ ὧν οἷόν τ’ ἐστὶν ἀσκῆσαι τὴν αὑτοῦ διάνοιαν.