Ancient Greek · ~1 min
Section 5
Isocrates, Ἐπιστολαὶ αʹ Διονύσιῳ 5
Not analysed yet
ἐπήρθην μὲν οὖν ἐπιστέλλειν σοι διὰ ταῦτα. λέγειν δὲ μέλλω περὶ μεγάλων πραγμάτων καὶ περὶ ὧν οὐδενὶ τῶν ζώντων ἀκοῦσαι μᾶλλον ἢ σοὶ προσήκει. καὶ μὴ νόμιζέ με προθύμως οὕτω σε παρακαλεῖν, ἵνα γένῃ συγγράμματος ἀκροατής· οὐ γὰρ οὔτ’ ἐγὼ τυγχάνω φιλοτίμως διακείμενος πρὸς τὰς ἐπιδείξεις οὔτε σὺ λανθάνεις ἡμᾶς ἤδη πλήρης ὢν τῶν τοιούτων.