Ancient Greek · ~7 min
20 to 27
ISTER, Fragmenta 20-27
Not analysed yet
Εὔμολπος, οὐχ ὁ Θρᾲξ κατὰ τὸν Ἴστρον ἐν τῇ Συναγωγῇ, ἀλλ ̓ ὁ θεὶς τὰ μυστήρια, ἐκέλευσε ξένους μὴ μυεῖσθαι· ἐλθόντος δὲ τοῦ Ἡρακλέους ἐν Ἐλευσῖνι, καὶ θέλοντος μυεῖσθαι, τὸν μὲν τοῦ Εὐμόλπου νομον φυλάττοντες, θέλοντες δὲ καὶ τὸν κοινὸν εὐεργέτην Ἡρακλέα θε(??)απεῦσαι, οἱ Ἐλευσίνιοι ἐπ ̓ αὐτῷ τὰ μικρὰ ἐποιήσαντο μυστήρια· οἱ δὲ μυούμενοι μυρσίνῃ ἐστέφοντο. Ζητεῖται, τί δήποτε οἱ Εὐμολπίδαι τῶν τελετῶν ἐξάρχουσι, ξένοι ὄντες. Εἴποι δ ̓ ἄν τις, ὅτι ἀξιοῦσιν ἔνιοι, πρῶτον Εὔμολπον ποιῆσαι τὸν Δηϊόπης τῆς Τριπτολέμου τὰ ἐν Ἐλευσῖνι μυστήρια, καὶ οὐ τὸν Θρᾷκα, καὶ τοῦτο ἱστορεῖν Ἴστρον ἐν τῷ περὶ (πέμπτῳ Elmsleius ex nestigiis codicis) τῶν ἀτάκτων. Μετὰ τὴν ὑφ ̓ Ἡρακλέους γενομένην τῆς Τροίας ἅλωσιν Τελαμὼν Θεάνειραν, τὴν καὶ Ἡσιόνην, γέρας ὡς ἐξαίρετον ἔλαβεν, ὡς Ἴστρος ἐν Συμμίκτοις φησίν. Ἐν Ἀνθήναις φασὶν εὑρῆσθαι τὴν παλαιστρικὴν ὑπὸ Φόρβαντος τοῦ παιδοτρίβου Θησέως. Φερεκύδης δὲ ἡνίοχον τὸν Φόρβαντά φησι Θησέως, σὺν ᾧ καὶ τὴν Ἀμαζόνα ἁρπάζει. Καὶ Πολέμων δὲ ἱστορεῖ, πάλην εὑρηκέναι Φόρβαντα Ἀθηναῖον. Ὅτι δὲ Θησεὺς παρ ̓ Ἀθηνᾶς ἔμαθε τὴν πάλην, Ἴστρος ἱστορεῖ. Ἴστρος φησὶν αὐτὸν (τὸν Ξενοφῶντα) φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ. Ὁ δ ̓ Ἴστρος τῆς Δήμητρος εἶναί (φησι) στέμμα τὴν μυῤῥίνην καὶ τὴν μίλακα, περὶ ἧς γίνεσθαι τὴν διαδικασίαν. Καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱεροφάντιδας καὶ τὸν δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας μυῤῥίνης ἔχειν στέφανον· δι ̓ ἃ καὶ τὴν Δήμητρα προσθέσθαι ταύτην φησί. Τριτομηνίς. . . . Τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκάλουν. Δοκεῖ δὲ γενέλιος τῆς Ἀθηνᾶς. Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτήν φησι διὰ τοῦτο λέγεσθαι, τὴν αὐτὴν Σελήνην νομιζομένην. Ἴστρος καὶ τὸν ἀριθμὸν αὐτῶν (τῶν μορίων) δεδήλωκε, γράφων οὕτως· (??)Ἔνιοι κλάδον τὸν τῆς ἐν Ἀκαδημίᾳ ἐλαίας, ἀπὸ τῆς ἐν ἀκροπόλει φυτευθῆναί φασιν.