Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_ISTER
ISTER, Fragmenta 19
Not analysed yet
Ἐπενεγκεῖν δόρυ ἐπὶ τῆς ἐκφορᾶς καὶ προαγορεύειν ἐπὶ τῶν μνημάτων. Δημοσθένης κατ ̓ Εὐέργου καὶ Μνησιβούλου ταῦτα φησιν ἐπὶ τοῦ βιαίως ἀποθανόντος. Ἴστρος δὲ ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων περὶ Προκρίδος καὶ Κεφάλου εἰπὼν γράφει ταυτὶ· «Τινὲς δὲ ἐπὶ τοῦ τάφου δόρυ καταπεπηχότα τὸν Ἐρεχθέα φασὶ πεποιῆσθαι παρακαταθέμενόν τε καὶ τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμιμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας.»