Ancient Greek · ~1 min
4 to 5
ISTER, Fragmenta 4-5
Not analysed yet
Ἴστρος δέ φησι λαμπάδα νομίσαι ποιεῖν πρῶτον ἀθηναίους Ἡφαίστῳ θύοντας, ὑπόμνημα τοῦ καταν. χ. τ. λ. ,Θεοίνια· Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. Τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον. Τὸν γὰρ Διόνυσον Θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ Ἴστρος ἐν πρώτῳ Συναγωγῶν.