Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_ISTER
ISTER, Fragmenta 6
Not analysed yet
Τὸν ἐφεσπερον. Τὸν Αἰγάλεών φησι (Σοφοκλῆς). Καὶ γὰρ τοῦτο ἐπ ̓ ἐσχάτων ἐστὶ τοῦ δήμου τούτου. Καταλέγουσι δὲ χωρία, παρ ̓ ἃ μάλιστα εἰκάζουσι τὴν συμβολὴν γενέσθαι τοῖς περὶ τὸν περὶ τὸν Κρέοντα καὶ Θησέα. Πέτρας δὲ νιφάδος ἂν εἴη λέγων (ὁ Σοφοκλῆς) τὴν οὕτω λεγομένην λείαν πέτραν, ἢ τὸν Αἰγάλεων λόφον, ἃ δὴ περίχωριά φασιν εἲναι, καθάπερ Ἴστρος ἐν τῇ πρώτῃ τῶν Ἀτάκτων ἱστορεῖ, οὕτως· «Ἀπὸ δὲ τῆς παραλίας ἐπὶ μὲν λείαν πέτραν.» Καὶ μετ ̓ ὀλίγα· «Ἀπὸ τούτου δὲ ἕως Κολωνοῦ παρὰ τὸν Χαλκοῦν προσαγορευόμενον, ὅθεν πρὸς τὸν Κηφισὸν ἕως τῆς μυστικῆς εἰσόδου εἰς Ἐλευσῖνα· ἀπὸ ταύτης δὲ βαδιζόντων εἰς Ἐλευσῖνα τὰ ἐπαριστερὰ μέχρι τοῦ λόφου τοῦ πρὸς ἀνατολὴν τοῦ Αἰγάλεω.»