Ancient Greek
47 to 48
ISTER, Fragmenta 47-48
Not analysed yet
Ἴστρος ἐν τῇ Συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησὶ, τσὺς Κούρητας τὸ παλαιὸν τῷ Κρόνῳ θύειν παῖδας. Ὅ τε Κυρηναῖος Ἀριστοτέλης Λαΐδα ἐρῶσαν ὑπερεώρα μόνος. Ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ, ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστὰς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ περὶ ἰδιότητος ἄθλων.