Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_ISTER
ISTER, Fragmenta 49
Not analysed yet
Ὁ Φρῦνις κιθαρῳδὸς Μυτιληναῖος. Οὗτος δὲ δοκεῖ πρῶτος παρὰ Ἀθηναίοις κιθαρῳδικῇ νικῆσαι Παναθηναίοις ἐπὶ Καλλίου ἄρχοντος. Ἦν δὲ Ἀριστοκλείδου μαθητής. Ὁ δὲ Ἀριστοκλείδης κιθαρῳδὸς ἦν ἄριστος· τὸ γένος ἦν ἀπὸ Τερπάνδρου. Ἤκμασε δ ̓ ἐν τῇ Ἑλλάδι κατὰ τὰ Μηδικά. Παραλαβὼν δὲ τὸν Φρῦνιν αὐλῳδοῦντα, καθαρίζειν ἐδίδαξεν. Ὁ δὲ Ἴστρος Ἱέρωνος αὐτόν φησι μάγειρον ὄντα σὺν ἄλλοις δοθῆναι τῷ Ἀριστοκλείδῃ. Ταῦτα δὲ σχεδιάσαι ἔοικεν. Εἰ γὰρ ἦν γεγονὼς δοῦλος καὶ μάγειρος Ἱέρωνος, οὐκ ἂν ἀπέκρυψαν οἱ κωμικοὶ, πολλάκις αὐτοῦ μεμνημένοι ἐφ ̓ οἷς ἐκαινούρηησε κλάσας τὴν ᾠδὴν παρὰ τὸ ἀρχαῖον ἔθος.