Ancient Greek · ~5 min
Dfhg-Source dfhg1_ISTER
ISTER, Fragmenta 51
Not analysed yet
Σοφοκλῆς τὸ μὲν γένος ἦν Ἀθηναῖος, υἱὸς δὲ Σοφίλου, ὃς οὔτε, ὡς Ἀριστόξενός φησι, τέκτων ἢ χαλκεὺς ἢν· οὔτε, ὡς Ἴστρος, μαχαιροποιὸς τὴν ἐργασίαν· τυχὸν δὲ ἐκέκτητο δούλους χαλκεῖς καὶ τέκτονας· οὐ γὰρ εἰκὸς τὸν ἐκ τοῦ τοιούτου γενόμενον στρατηγίας ἀξιωθῆναι σὺν Περικλεῖ καὶ Θουκυδίδῃ, τοῖς πρώτοις τῆς πόλεως· ἀλλ ̓ οὐδ ̓ ἂν ὑπὸ τῶν κωμῳδῶν ἄδηκτος ἀφείθη, τῶν οὐδὲ Θεμιστοκλέους ἀπεσχημένων. Ἀπιστητέον δὲ καὶ τῷ Ἴστρῳ, φάσκοντι αὐτὸν οὐκ Ἀπιστητέον δὲ καὶ τῷ Ἴστρῳ, φάσκοντι αὐτὸν οὐκ Ἀθηναῖον, ἀλλὰ Φλιάσιον εἶναι. Εἰ δὲ καὶ τὸ ἀνέκαθεν Φλιάσιος ἦν, ἀλλὰ πλῆν Ἴστρου, παρ ̓ οὐδενὶ ἑτέρῳ τοῦτό ἐστιν εὑρεῖν. . . . Διεπονήθη δὲ ἐν παισὶ καὶ περὶ παλαῖστραν καὶ μουσικὴν, ἐξ ὧν ἀμφοτέρων ἐστερανώθη, ὥς φησιν Ἴστρος. . . . Φησὶ δὲ καὶ Ἴστρος, τὰς λευκὰς κρηπῖδας αὐτὸν ἐξευρηκέναι, ἃς ὑποδοῦνται οἵ τε ὑποκριταὶ καὶ οἱ χορευταί· καὶ πρὸς τὰς φύσεις αὐτῶν γράψαι τὰ δράματα· ταῖς δὲ Μούσαις θίασον ἐκ τῶν πεπαιδευμένων συναγαγεῖν. . . . Τελευτῆσαι δὲ αὐτὸν Ἴστρος καὶ Νεάνθης φασὶ τοῦτον τὸν τρόπον· Καλλιππίδην ὑποκριτὴν ἀπὸ ἐργασίας ἐξ Ὀποῦντος ἥκοντα παρὰ τοὺς Χόας, πέμψαι αὐτῷ σταφυλήν· τὸν δὲ Σοφοκλέα λαβόντα, [καὶ βαλόντα] εἰς τὸ στόμα ῥᾶγα ἔτι ὀμφακίζουσαν, ὑπὸ τοῦ ἄγαν γήρως ἀποπνιγέντα τελευτῆσαι. . . . Ἴστρος δέ φησιν, Ἀθηναίους διὰ τὴν τοῦ ἀνδρὸς ἀρετὴν καὶ ψήφισμα πεποιηκέναι, κατ ̓ ἔτος [ἕκαστον] αὐτῷ θύειν.