Ancient Greek · ~7 min
52 to 61
ISTER, Fragmenta 52-61
Not analysed yet
Πόθεν ἡ τῶν Ἰθακησίων πόλις Ἀλαλκομεναὶ προσηγορεύθη; . . . Ἴστορς ὁ Ἀλεξανδρεὺς ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ δοθεῖσα πρὸς γάμον (Ἀντίκλεια) καὶ ἀναγομένη περὶ τὸ Ἀλαλκομένειον ἐν τῇ Βοιωτίᾳ τὸν Ὀδυσσέα τέκοι, καὶ διὰ τοῦτο ἐκεῖνος ὥσπερ μητροπόλεως ἀναφέρων τοὔνομα τὴν ἐν Ἰθάκῃ πόλιν οὕτω φησὶ προσαγορεύεσθαι. Φασὶ γοῦν οἱ παλαιοὶ, ὅτι οὐ μόνον τερῖς ἡλικίαι, ἀρὴν, ἀμνὸς, ἀρνειός· καὶ ὅτι τοῦ ἀμνοῦ καὶ θηλυκὸν ἡ ἀμνὴ, πρόβατον αὐτὸ μέσον τῇ ἡλικίᾳ· καὶ ὅτι ἀμνὴ ἐνιαύσιον ἄρνα δηλοῖ· ἀλλὰ καὶ ὅτι Ἴστρος ἐν ἀττικαῖς λέξεσιν, ἄρνα φησὶν, εἶτα ἀμνὸν, εἶτα ἀρνειὸν, εἶτα λειπογνώμονα. Ἀμάλλαι, δράγματα, δέσμαι τῶν ἀσταχύων. Σοφοκλῆς Τριπτολέμῳ. Ἀγκάλη, δράγματα δύο, ὥς φησιν Ἴστρος, Φιλήτας δὲ ἱστορεῖ ἐκ διακοσίων· καὶ Ὅμηρος χρῆται τῇ λέξει. Τεύχεα εἰρῆσθαι Ἴστρος φησὶ παρὰ τὸ ἐν Τευχίῳ τῷ Εὐβοῖκῷ κατεσκευάσθαι πρῶτον ὑπὸ Κυκλώπων. Ἴστρον δέ τινά φασιν ἱστορεῖν, τέσσαρας γενέσθαι μεγάλους κατακλυσμοὺς, ὧν ἐφ ̓ ἑνὶ διαῤῥαγέντα τὸν Ἑλλήσποντον ἀφορίσαι τῆς Ἀσίας τὴν Εὐρώπην. Ἀρκάς. . . . Ἴστρος δέ φησιν, ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο· διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν, ἄρκτῳ γὰρ ὑφ ̓ Ἥρας αὐτὴν ὀνομασθῆναι, ταύτης τυχεῖν τῆς προσηγορίας. Κάρνη, πόλις Φοινίκης, ἄπὸ Κάρνου τοῦ Φοίνικος, ὡς Ἴστρος φησίν. Πίνδαρος τὸν Πέλοπα Λυδόν φησιν εἶναι, Ἴστρος δὲ Παφλαγόνα. Ἴστρος φησὶ, τὸν Αἰήτην, γνόντα ὅτι τοὺς Φρίξου υἱοὺς εἴη σεσωκὼς (Φινεὺς) ταῖς μαντείαις, καταράσασθαι αὐτοῦ, τὸν δὲ Ἦλιον ἐπακούσαντα πηρῶσαι. Κρίσις ἀμφ ̓ ἀέθλοις] κρίσιν εἶπε τὸν ἀγῶνα τῶν Ἡλιείων, ὃν διατιθέασιν οἱ Ῥόδιοι, ἐψεύσατο δὲ ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ ὁ ἀγὼν ἐπιτελεῖται, τῷ δὲ Ἡλίῳ τιθέασι τὸν ἀγῶνα, ὡς Ἴστρος φησὶν ἐν τῇ περὶ τῶν Ἡλίου ἀγώνων. «Ῥόδιοι τιθέασιν Ἡλίου ἐν Ῥόδῳ γυμνικὸν στεφανίτην ἀγῶνα.» Ὅτι πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον ἥρωας λέγει. Ἡ δὲ ἀναφορὰ πρὸς Ἴστρον λέγοντα, μόνους τοὺς βασιλεῖς Ἥρωας λέγεσθαι.