Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 10
Not analysed yet
Ἰορδάνης λέγεται ὁ ποταμὸς, διότι δύο ἅμα μίγνυνται ποταμοὶ, Ἰόρ τε καὶ Δάνης, καὶ ἀποτελοῦσιν αὐτὸν, ὥς φησι Πλούταρχος. Περὶ τοῦ Ἰορδάνου ἀπὸ τῆς ἱστορίας Φιλοστοργίου. «Ἐπ ̓ ἐσχάτοις τῆς Παλαιστίνης τέρμασι, μεθ ̓ ἣν ἡ τῶν Φοινίκων ἐκδέχεται, κεῖται πόλις Δὰν ὀνομασθεῖσα πρότερον ἐκ τῆς τοῦ Δὰν φυλῆς, ὁπηνίκα χρόνον ἐπ ̓ οὐκ ὀλίγον οὗτοι δὴ μόνοι τοῦ παντὸς ἔθνους πλανώμενοι, τελευταῖον τὰ ταύτῃ κατασχόντες χωρία, μόγις ἱδρύνθησαν, καὶ πόλιν ἐπὶ τοῖς ἄκροις αὐτῶν ὄρεσι δειμάμενοι, τὴν τοῦ φυλάρχου σφῶν ἐπέθηκαν κλῆσιν, καὶ τοῦτο ἦν τῆς Ἰουδαίας ὁ ἔσχατος πρὸς Φοινίκην ὅρος. Ταύτην χρόνῳ ὕστερον Ἡρώδης ὁ μέγας οἰκοδομήσας, Καισάρειαν Φιλίππου μετωνόμασε, νῦν δὲ Πανεάς ἐστι καλουμένη· τὸ γὰρ Πανὸς ἐν ταύτῃ βρέτας στησάμενοι, εἰς τοῦτο τὴν τῆς πόλεως ἔτρεψαν προσηγορίαν. Ἐν ταύτῃ τῇ Πανεάδι τῶν τοῦ Ἰορδάνου πηγῶν ἡ ἑτέρα τίκτεται, δυοῖν οὐσῶν, Δὰν ἐκ τοῦ παλαιοῦ ὀνόματος ἔτι καὶ νῦν ὀνομαζομένη· τὴν γὰρ ἑτέραν, ἥτις Ἰὸρ ἐπικαλεῖται, πόρρωθεν αὐτῆς ὡς ἀπὸ σταδίων ρξʹ, κόλωνός τις τοῦ αὐτοῦ προίησιν ὄρους· ὧν ἐξ ἑκατέρας προχεῖται ποταμὸς, ὁ μὲν Ἰοράτης, ὁ δὲ Δανίτης ἐπικαλούμενος· οἳ διὰ τοῦ ὄρους ἐνεχθέντες, ἐπειδὴ καταβαῖεν εἰς τὸ πεδίον, ἐνταῦθα ἤδη ξυνίασιν καὶ ἕνα μέγιστον ἀποτελοῦσι ποταμὸν τὸν Ἰορδάνην, ἐν ταῦτῷ ἤδη τό τε ῥεῦμα καὶ τὴν προσηγορίαν κιρνάμεναο· ὃς τὴν τῆς Τιβεριάδος διέξεισι λίμνην μέσην τέμνων αὐτὴν, καὶ δι ̓ ὅλης αὐτῆς ἐν τῷ οἰκείῳ ὁλκῷ ῥεόμενος μέχρις ἂν ἐπὶ τὴν κατέναντι ἐκπέσειε (ἐκπεράσειε Val.) γῆν, ἶσος αὐτὸς αὑτῷ κα]παραπλήσιος ὤν· κἀντεῦθεν ἤδη διὰ τῆς Παλαιστίνης ἐνεχθεὶς, ἅπας εἰς τὴν νεκρὰν καλουμένην εἰσπεσὼν ἀφανίζεται θάλασσαν.»