Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 9
Not analysed yet
Ὅτι ἡ εἰδωλολατρεία ἤρξατο ἀπὸ Σερούχ τινος καταγομένου ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, δογματίσαντος εἰκόσι καὶ ἀνδριᾶσι τιμᾶσθαι τοὺς πάλαι ἀριστεύσαντας, καὶ τιμᾶσθαι ὡς εὐεργέτας. Καὶ τοῦτο ἐπεκράτησε μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἀβραὰμ δὲ δίκαιος γενόμενος καὶ εἰς θεογνωσίαν ἐλθὼν καὶ λογισάμενος ὅτι ὁ πατὴρ αὐτοῦ τοὺς ἀνθρώπους πλανᾷ, παρασκευάζων αὐτοὺς εἰδώλοις καὶ ἀγάλμασι προσκυνεῖν, καὶ ποιητὴν ἁπάντων μὴ γνωρίζειν θεὸν, συντρίψας τὰ τοῦ πατρὸς ἔργα, ἀνεχώρησεν ἀπὸ Καρρῶν ὅρων Χαλδαίων τῆς μέσης τῶν ποταμῶν χώρας, καὶ ᾤκησεν εἰς τὰ μέρη τῆς νυνὶ καλουμένης Παλαιστίνης πέραν τοῦ Ἰορδάνου ποταμοῦ αὐτὸς καὶ οἱ αὐτοῦ συγγενεῖς καὶ Λὼτ ὁ υἱὸς τοῦ ἀδελφοῦ αὐτοῦ, πέμπτῳ καὶ ἑβδομηκοστῷ ἔτει τῆς ἑαυτοῦ ζωῆς. Εἰσὶν οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ ἔτη αυγ. Ἀπὸ δὲ τοῦ Ἀδὰμ ἕως τοῦ Ἀβραὰμ γψμέ. Ἐγένετο δὲ Ἀβραὰμ πλούσιος σφόδρα ἐν κτήνεσι πολλοῖς, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ συνοικία αὐτῶν. Καὶ ἔδωκε Λὼτ οἰκεῖν τὰ πέραν τοῦ Ἰορδάνου. Καθ ̓ ὃν δὴ χρόνον ἀπώλοντο δύω πόλεις Σόδομά τε καὶ Γόμορρα, θείου πυρὸς καταρραγέντος ἐπ ̓ αὐτὰς, διότι τοὺς παριόντας ἐνύβριζον ξένους.