Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 108
Not analysed yet
Δομετιανὸς ἔτη πέντε [καὶ δέκα]. Προεῖπεν ἀστρολόγος καὶ πότε καὶ ὅπως τεθνήξεται. Ἠρώτησεν οὖν αὐτὸν ἐκεῖνος, ποίῳ τέλει αὐτὸς χρήσεται· καὶ εἰπόντος, θέλων ἀπελέγξαι αὐτὸν ψευδόμενον, ἐκέλευσε ζῶντα καυθῆναι, ἁφθέντος δὲ πυρὸς, ὑετὸς πολὺς καταρραγεὶς τὴν πυρὰν ἔσβεσε, καὶ κύνες ὀπίσω τὼ χεῖρε δεδεμένου τοὺς δεσμοὺς διεσπάραξαν. Δομετιανὸς δὲ εἶδε πρὸ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ὡς ἵππῳ μέλανι ἐπεκάθητο ἔνοπλος· καὶ πεσόντων αὐτομάτως ἐξ αὐτοῦ τῶν ὅπλων σὺν τῷ ἵππῳ εἰς τὸ χάσμα κατηνέχθη. Λαργῖνος δὲ Πρόκλος ἐν Γερμανίᾳ προεῖπε δημοσίᾳ τὴν ἡμέραν ἐν ᾗ ὁ βασιλεὺς τεθνήξεται· διὸ δέσμιος Δομετιανῷ εἰς Ῥώμην ἐπέμηθη. Καὶ εἶπεν αὐτῷ εἰς ὄψιν τὸ αὐτό. Ὁ δὲ ἐκέλευσεν αὐτὸν φυλαχθῇ· ἀλλὰ θανόντος τοῦ βασιλέως, ἀπελύθη ἀβλαβής. Πρὸ Δομετιανοῦ Τίτος πρεσβύτερος ἀδελφὸς αὐτοῦ, ἔτη δύο, μῆνας ὀκτὼ, ἡμέρας κʹ.