Ancient Greek
109 to 110
JOANNES ANTIOCHENUS, Fragmenta 109-110
Not analysed yet
Νέρβας ἔλεγεν ὡς «Οὐδὲν τοιοῦτον πεποίηκα, ὥστε μὴ δύνασθαι τὴν ἀρχὴν καταθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι·» Καί τισι δὲ ἔδωκε ξίφη, λόγῳ μὲν ἵνα ἐπισκέψωνται αὐτὰ εἰ ὀξέα εἰσὶν, ἔργῳ δὲ ἐνδεικνύμενος, ὡς οὐδὲν αὐτῷ μέλει κἂν παραχρῆμα ἀποθάνῃ. Οὗτος ἀπηγόρευσεν ἐκτέμνειν ἐν Ῥώμῃ. Ὅτι Νέρβας, ἐπειδὴ πρός τινων διὰ τὸ γῆρας καταφρονηθεὶς ἐπεβουλεύθη πολλάκις, καὶ τὸν Πετρώνιον καὶ τὸν Παρθένιον, προσφιλεστάτους ὄντας, ἐκδοῦναι τοῖς στρατιώταις πρὸς Αἰλιανοῦ τοῦ τῶν δορυφόρων ἡγουμένου ἐβιάσθη· ἐφ ̓ οἷς δὴ καὶ σφόδρα ἠνιᾶτο. Λέγεται δὲ Τραϊανῷ ἄλλα τέ τινα τελευτῶν αὐτοχειρὶ ἐπιστεῖλαι, καὶ τὸν Ὁμηρικὸν (ΙΙ. Α, 42) ἐπιθεῖναι στίχον, Τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.