Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 117
Not analysed yet
Μάρκος ἔτη ιθʹ. Πρὸ τοῦ Μάρκου Τίτος Αὐρήλιος Φοῦλβος Βοιώνιος Ἀντωνῖνος Πῖος (ὁ κληθεὶς Εὐσεβὴς) ἔτη κδʹ. Μάρκος Ἀντωνῖνος, ἐν πολέμῳ τῶν δημοσίων ἐξηντλημένων ταμείων, πράξασθαι μὲν χρήματα παρὰ τὸ σύνηθες οὐκ ἠνέσχετο, πάντα δὲ τὸν βασιλικὸν κόσμον ἐπ ̓ ἀγορᾶς ἀγαγὼν πρὸς χρυσίον ἀπέδοτο. Καταστάσης δὲ τῆς βαρβαρικῆς κινήσεως, τοῖς μὲν ἑκουσίαν ποιουμένοις τὴν τῶν βασιλεκῶν σκευῶν ἀνάδοσιν, τὸ αὐτὸ μέτρον τῆς τιμῆς ἀπεδίδου, τοὺς δὲ μὴ θέλοντας οὐκ ἠνάγκαζε. Τούτῳ ἡ βουλὴ μετὰ τελευτὴν χρυσοῦν ἀνδριάντα ἔστησεν διὰ τὴν ἀρετὴν αὐτοῦ. Μετὰ Μάρκον ὁ υἱὸς αὐτοῦ Κόμοδος ἔτη ιγʹ. Μετὰ Κόμοδον Περτίναξ μῆνας ϛʹ. Μεθ ̓ ὃν Δίδιος Ἰουλιανὸς ἡμέρας ξʹ.