Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 118
Not analysed yet
Ὅτι Κάσσιος ὁ τῆς Συρίας ἡγούμενος, ἀνὴρ δεινὸς τὰ πολέμια, πλεῖστά τε καὶ λόγου ἄξια κατὰ τὸν Παρθικὸν πόλεμον ἀποδειξάμενος, ἄλλως δὲ ὢν νεωτεροποιὸς, καινοτομεῖν ἐπήρθη, πρὸς τῆς Φαυστίνης τῆς τοῦ Μάρκου γαμετῆς ἐς τήνδε προαθεὶς τὴν ἔννοιαν. Αὐτὴ γὰρ τὸν Μάρκον ἀρρωστησαντα τεθνήξεσθαι ἄλλως τε καὶ νοσώδη ὄντα οἰηθεῖσα, μὴ εἰς ἕτερον περιελθούσης τῆς ἡγεμονίας ἰδιωτεύσῃ, τοῦ Κομόδου ἔτι νέον ὄντος καὶ ἄρχειν οὐκ ἐπιτηδείου, ἔπεισε τὸν Κάσσιον, κρύφα πέμψασα τῶν αὐτῇ πιστῶν τινὰς, ἐπιθέσθαι τῇ βασιλείᾳ, ἢν αἴσθηται τὸν Μάρκον τεθνεῶτα, συνοικήσειν τε αὐτῷ καὶ τἄλλα συμπράξειν ὑποσχομένη. Ὃς, φήμης τινὸς ψευδοῦς τεθνηκέναι οἱ δηλωσάσης τὸν βασιλέα, προεξανέστη τῆς ἀληθείας, ἄκων τε πολέμιος ἀνεφάνη τῷ αὐτοκράτορι. Τούτων μὲν οὖν ἕνεκα ὁ Μάρκος τόν τε Κόμοδον ἐκ τῆς Ῥώμης διεπέμψατο, καὶ ἐπὶ τὴν Συρίαν ἐκ τῆς Παιονίας ἐστάλη· οὐ μὴν ὅπλων αὐτῷ κατὰ τῶν ἐπαναστάντων ἐδέησεν· ὁ γάρ τοι Κάσσιος ἀναιρεθεὶς πρός τινος τῶν ἀμφ ̓ αὐτὸν ἔφθασε. Καθ ̓ ἡσυχίαν δ ̓ οὖν τήν τε Συρίαν καὶ Αἴγυπτον ἐπελθὼν, οὔτε δῆμον οὔτε πόλιν, οὔτε ἰδιώτην οὔτε ἄρχοντα ἐσπουδακέναι τὰ τοῦ Κασσίου δόξαντα ἐπολυπραγμόνησεν ἢ ἐκόλασεν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐν Ῥώμῃ συνειλημμένων (ἐξεληλεγμένοι γὰρ ἦσαν κἀνταῦθα τῶν βουλευτῶν συχνοὶ τὰ τοῦ Κασσίου περιφανῶς ἐσπουδακότες) ἐπέστειλε τῇ βουλῇ, μηδὲν χαλεπὸν γνῶναι, τούτοις ἄντικρυς τοῖς ῥήμασι χρησάμενος· αὐτὰ γὰρ εἰρήσεται, τὴν χρηστότητα τοῦ ἀνδρὸς σαφῶς ἐνδεικνύμενα. Ἦν δ ̓ οὖν τοιαῦτα· «Ἱκετεύω ὑμᾶς, ὦ βουλὴ, καθαράν μου τὴν ἀρχὴν ἀπὸ παντὸς αἵματος βουλευτικοῦ φυλάξασθαι. Μὴ γένοιτό τινα ἐξ ὑμῶν ἐπ ̓ ἐμοῦ ἢ τῇ ἔμῇ ἢ τῇ ὑμετέρᾳ ψήφῳ θανατωθῆναι.» Καὶ τέλος ἔφη, ὅτι «Ἂν μὴ τούτου τύχω, ἀποίσομαι πρὸς τὸν θάνατον» καὶ οὐκ ἐπῆρε τὸν Μάρκον, οὐδὲ προσηγάγετο ἐκβῆναι τῶν συνήθων λογισμῶν οὐ τὸ ἄδικον καὶ ἀνόσιον τῶν τετελμημένων, οὐχ ἡ ἀπιστία τῶν τολμησάντων οὐ τὸ ὑπὲρ ὁμοίων ἐς αὖθις δέος.