Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 14
Not analysed yet
Ὀρφεύς. Ὅτι ἐπὶ τῶν παρὰ Ἰουδαίοις Κριτῶν, καταλυθείσης τῆς βασιλείας Ἀθηναίων, Ὀρφεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς. Φέρονται γὰρ αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι, ἐξ ὧν εἰσὶ ταῦτα. Εἶπε γὰρ ὅτι ἐξαρχῆς ἀνεδείχθη ὁ αἰθὴρ ὑπὸ τοῦ θεοῦ δημιουργηθείς· καὶ ἐντεῦθεν κἀκεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ φοβερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα· σημαίνων τὴν νύκτα προτερεύειν· εἰρηκὼς ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι καὶ προγενέστερον καὶ δημιουργὸν ἁπάντων, τόνγε ὑπέρτατον αἰθέρα. Καὶ τὴν γῆν εἶπεν ἀόρατον. Ἔφησε δὲ ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν· ἐκεῖνο εἰπὼν τὸ φῶς, τὸ ὑπέρτατον πάντων, τὸ ἀπρόσιτον, τὸ πάντα περιέχον· ὅπερ ὠνόμασε Βουλὴν, Φῶς, Ζωήν. Ταῦτα τὰ τρία ὀνόματα μίαν δύναμιν ἀπεφήνατο, καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ, τοῦ πάντα ἐκ τοῦ μὴ ὄντος παραγαγόντος εἰς τὸ εἶναι, ὁρατά τε καὶ ἀόρατα. Περὶ δὲ τοῦ γένους τῶν ἀνθρώπων εἶπεν, ὅτι καὶ αὐτὸ ὑπὸ τοῦ δημιουργοῦ πάντων καὶ θεοῦ ἐπλάσθη, καὶ ψυχὴν ἔλαβε λογικὴν, ἀκολουθήσας τοῖς Μωσέως· καὶ ταλαίπωρον εἰρηκὼς τὸ γένος τῶν ἀνθρώπων καὶ πολλοῖς ὑποκείμενον πάθεσι ψυχίκοῖς τε καὶ σωματικοῖς, δεκτικόν τε ἀγαθῶν καὶ πονηρῶν ἔργων, καὶ τὰ πρὸς τὸ ζῆν ἀθλίως διακείμενον.