Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 15
Not analysed yet
Ἐν τοῖς αὐτοῖς χρόνοις ὁ Μαρσύας ἐγένετο αὐλητὴς, καὶ τὰ κατὰ τὸν Ἰάσονα καὶ τοὺς Ἀργοναύτας ἐπράχθη, οἳ προσορμίσαντες ἐν Κυζικῷ καὶ μετὰ τὸ ξενωθῆναι κατὰ ἄγνοιαν συμβαλόντες καὶ ἀνελόντες Κυζικὸν τὸν βασιλέα, καὶ πενθήσαντες, ἔκτισαν ἱερὸν εἰς μνήμην αὐτοῦ, ἐκεῖθέν τε ἀπελθόντες εἰς τὰ καλούμενα Πύθια θερμὰ καὶ θυσιάσαντες ἐπηρώτων τὸν Ἀπόλλωνα τίνος ἐστὶ τὸ ἱερὸν ὅπερ αὐτοὶ ᾠκοδόμησαν. Καὶ ἐδόθη αὐτοῖς χρησμὸς περιέχων οὕτως· «Ἀδαὴς κόρη ἔγκυος ἔσται· ὁ γὰρ ἐξ αὐτῆς προῑὼν ἅπαντα κόσμον ζωγρήσας πατρὶ προσάξει δῶρον· αὐτῆς ἔσται δόμος οὗτος. Μαρία δὲ τοὔνομα αὐτῆς.» Οἱ δὲ νομίσαντες περὶ Ῥέας ταῦτα λελέχθαι, ἐπωνόμασαν αὐτὸν τῆς Ῥέας. Ὅστις οἶκος ἐπὶ Ζήνωνος τοῦ βασιλέως, ἐκκλησία γέγονε τῆς δεσποίνης ἡμῶν καὶ θεοτόκου Μαρίας. (2) Ἐκεῖθέν τε ἀναπλέοντες διὰ τῆς Βιθυνίας ὡρμημένοι τὴν Ποντικὴν διαπεράσαι θάλασσαν, καὶ φθάσαντες περὶ τὸν καλούμενον Ἀνάπλουν, ἔμαθον ὅτι τὸ στενὸν ἐκεῖνο τῆς θαλάσσης βάρβαρός τις Ἄμυκος κατέχει καὶ τοὺς πλέοντας λῃστεύει καὶ φονεύει, καὶ καταφυγόντες ἐν κόλπῳ δασυτάτῳ ἐθεάσαντο ἐν ὀπτασίᾳ τινὰ φοβερὰν [ἀνδρὸς] εἰκόνα ἀετοῦ ἔχοντος πτέρυγας κατὰ τῶν ὤμων, προθεσπίζοντος αὐτοῖς τὴν κατὰ Ἀμύκου νίκην. Συμβαλόντες γοῦν ἀναιροῦσι τὸν Ἆμυκον, καὶ ὑποστρέψαντες ᾠκοδόμησαν ἐν ἐκείνῳ τῷ τόπῳ ἱερὸν, γράψαντες ἐν εἰκόνι ὅπερ εἶδον ἐκτύπωμα, καὶ ὀνομάσαντες τὸν τόπον Σωσθένιον· ὅπερ ἱερὸν χρόνοις ὕστερον ὁ τοῦ Βυζαντίου βασιλεὺς Κωνσταντῖνος ὁ μέγας εἰς ὄνομα τοῦ ἀρχαγγέλου Μιχαὴλ ὠνόμασεν. (3) Ἐκεῖθεν οἱ περὶ Ἰάσονα διὰ τῆς Ποντικῆς θαλάσσης εἰς Κολχίδα παραγενόμενοι ἔλαβον τὴν Μήδειαν καὶ τὸ χρυσοῦν λεγόμενον δέρας, ὅπερ ἦν οὐχ ὥσπερ ποιητικῶς φέρεται, ἀλλὰ βιβλίον ἐν δέρμασι γεγραμμένον, περιέχον ὅπως δεῖ γίνεσθαι διὰ χημείας χρυσόν. (4) Ἐν δὴ τῆ Φρυγῶν χώρᾳ ἦν τότε Τρὼς ὁ πατὴρ Ἴλου καὶ Γανυμήδους. 5. Ἐγένοντο δὲ κατὰ τοὺς αὐτοὺς χρόνους Κριταὶ τῶν Ἰουδαίων Χουσαρθὼμ χρόνους ζʹ, Γοθονοὴλ χρόνους νʹ (1. μʹ), Γεδεὼν, Ἰεφθάε, ὃς ταξάμενος τὸ πρῶτον ὑπαντῆσαν αὐτῷ ἐν τῷ οἴκῳ αὐτοῦ καταθύειν, ἀνεῖλε τὴν θυγατέρα αὐτοῦ, Σαμψὼν, παῖς Μανωὲ, ὃς ὑπὸ Δαλίλας ὑπεκλάπη τὸν νοῦν, καὶ τῆς σωφροσύνης ἅμα καὶ τῆς ἰσχύος ἐξέπεσεν· καὶ ἐδόθη ἀλήθειν ἐν μύλῳ, δέσμιος εἰς Γάζαν ἀχθείς.