Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 142
Not analysed yet
Ὅτι Μαξιμῖνος παραλαβὼν τὴν ἀρχὴν, πολλὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτατα καὶ μετὰ πολλοῦ φόβου τῇ ἐξουσίᾳ χρώμενος, ἔκ τε ἡμέρου βασιλείας εἰς τυραννίδος ὠμότητα μεταγαγεῖν πάντα ἐπειρᾶτο. Φύσει δὲ ἦν τὸ ἦθος, ὥπερ καὶ τὸ γένος, βάρβαρος, τό τε φονικὸν πάτριον ἔχων. Εὐθέως οὖν τούς τε φίλους πάντας, οἵ συνῆσαν τῷ Ἀλεξάνδρῳ, σύνεδροί τε ὑπὸ τῆς συγκλήτου ἐπιλεχθέντες, ἀπεσκευάσατο, μόνος εἶναι βουλόμενος ἐν τῷ στρατῷ, καὶ μηδένα αὐτῷ παρεῖναι ἐκ συνειδήσεως εὐγενοῦς [κρείττονα]. Πλείστους δὲ αὐτῶν καὶ ἀπέκτεινεν ἐπιβουλὰς ὑποπτεύων. Τόν τε γὰρ Μάρνον καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν πρὸς Γερμανοὺς νομισθεῖσαν προδοσίαν ἀνεῖλεν. Εἴχετο γὰρ τῆς πρὸς αὐτοὺς μέχης.