Ancient Greek
143 to 144
JOANNES ANTIOCHENUS, Fragmenta 143-144
Not analysed yet
Ὅτι ἐπὶ Μαξιμίνου τοῦ βασιλέως ἐγένετό τις καὶ Ὀσροηνῶν ἀπόστασις, οἳ πάνυ ἀλγοῦντες ἐπὶ τῇ Ἀλεξάνδρου τελευτῇ, τινὶ Κουαρτίνῳ, τὴν ὕπατον ἀρχὴν διανύσαντι, φίλω δὲ γενομένω τοῦ Ἀλεξάνδρου, πορφυρίδα τε ὀλεθρίαν περιέβαλον ἄκοντι, καὶ αὐτοκράτορα ὠνόμασαν. Ἐκεῖνος μὲν οὖν ἐν τῇ σκηνῇ καθεύδων ἐπιβουλευθεὶς νύκτωρ ἀνῃρέθη ὑπὸ τοῦ σύνοντος αὐτῷ φίλου πρὸς χάριν τοῦ Μαξιμίνου. Ὅτι καὶ ἀποστάσεις ἐγίνοντο ἐπὶ Μαξιμίνου. Ἔτι γὰρ εἰς τραχύτητα μᾶλλον καὶ ὠμότητα ἠκόνησαν τὴν τοῦ Μαξιμίνου ψυχὴν, καὶ πρότερον οὕτω πεφυκυῖνα. Ἦν δὲ καὶ τὴν ὄψιν φοβερώτατος καὶ μέγιστος τὸ σῶμα.