Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 151
Not analysed yet
Γάλλου βασιλεύσαντος, ιεʹ ἔτη (μῆνας̣) ἐκράτησε λοιμὸς, κινηθεὶς ἀπὸ Αἰθιοπίας ἕως τῆς δύσεως· μετεδίδοτο δὲ ἀπὸ ἱματίων καὶ ψιλῆς θέας· καὶ οἱ Σκύθαι περάσαντες τὸν Ἴστρον ἔλαβον φʹ πόλεις. Τὰς γυναῖκας βουλομένας ἐγκύους γενέσθαι λέγουσι πίνειν ἀπὸ τοῦ Στρυμόνος ποταμοῦ καὶ κύειν.