Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 152
Not analysed yet
Ὅτι Γαλλιηνὸς ἀνῆρέθη πρὸς τῶν οἰκείων στρατιωτῶν, ἐς ἀργὴν ἀναφθέντων, ὅτι δὴ πόλιν Μογοντίναν, συναραμένην Λολλιανῷ, ὃν νεωτερίσαντα καθεῖλε Ποστούμιος, διαρπάσαι μετὰ τὴν νίκην οὐ συνεχώρησε. Μετὰ δὲ τοῦτον Μάριος, ἀνὴρ εὐτελὴς καὶ τῶν περὶ τὰς βαναύσους γεγονὼς τέχνας, τὴν ἁλουργίδα περιθέμενος, δευτέρᾳ τῆς βασιλείας ἡμέρᾳ κατακτείνεται. Ἐφ ̓ ᾧ Βικτωρῖνος τῶν Γαλλίων τὸ κράτος ἐκδέχεται· ἄριστος μὲν ἐν τοῖς πολέμοις, ταῖς δὲ τοῦ σώματος ἡδοναῖς ἡττημένος, ἀλλοτρίους τε ἐνυβρίζων γάμους, καὶ παρθένους ἁρπάζων. Ὅθεν ἐν Ἀγριππίνῳ, πόλει Γαλατικῇ, πρός τινος στρατιώτου διαφθείρεται, δευτέρῳ τῆς ἡγεμονίας ἐνιαυτῷ. Καὶ τοῦτον τῆς ἀρχῆς διαδέχεται Τέτρικος τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ὃς τὴν Ἀκυτανίαν πρότερον ἡγεμονεύων, βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν καὶ μὴ παρὼν ᾑρέθη· περιθέμενός τε τὴν πορφύραν ἐν Βουρδογάλῳ πόλει τῆς Γαλατίας μεγίσταις ἀνέπεσε ταραχαῖς. 2. Ὅτι Ὀδέναθος ἐξ ἐπιβουλῆς Γαλλιηνοῦ ἀναιρεῖται· καὶ τῶν ἐκεῖσε πραγμάτων ἀντιλαμβάνεται Ζηνοβία, συνοικοῦσα μὲν Ὀδενάθῳ, φρονήματι δὲ ἀνδρείῳ χρωμένη, καὶ διὰ τῶν ἐκείνῳ συνόντων τὸν θάνατον τοῦ ἀνδρὸς ἐκδικοῦσα. 3. Ὅτι Γαλλιηνὸς περὶ Μεδιόλανον πόλιν σὺν τῷ ἀδελφῷ Βαλεριανῷ, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, ὃς ἐβασίλευσεν ἐνιαυτοὺς ἓξ, ἀπὸ τοῦ Δελματῶν ἱππάρχου κατακτείνεται· οὗτος δὲ ἦν Ἡρακλειανὸς, ὃς συμπραξάμενος Κλαυδίῳ διά τινος τῶν τολμηροτάτων κατὰ τὸ δεῖπνον τὸν Γαλλιηνὸν ἀποσφάττει.