Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 156
Not analysed yet
Ὅτι Αὐρηλιανὸς ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ διαφθείρεται, τῶν εἰς τάχος γραφόντων οἰκετῶν τινὸς κατασκευάσαντος αὐτῷ τὸν θάνατον· ὃς τὴν τοῦ ἀνδρὸς μιμησάμενος χεῖρα, πρός τινας χιλιάρχους αὐτῷ τε τῷ Αὐρηλιανῷ φίλους γραμματίδιόν τι ἐκόμισε, τὰς τῶν ἀνδρῶν τούτων φέρον προσηγορίας σεσημειωμένας, ἐπιψευσάμενος ταῦτα τὸν Αὐρηλιανὸν ἀναγεγραφέναι. Οἱ δὲ τὸ πιστὸν ἐκ τῆς τοῦ βασιλέως πρὸς ἅπασαν πρᾶξιν ἄτοπον καὶ σκληρὰν ὀξύτητος εἰληφότες, φθάσαι τι δράσαντες πρὶν ἢ παθεῖν ἔγνωσαν· διαφθείρουσί τε αὐτὸν κατὰ μέσην τὴν πορείαν, ἐκ Βυζαντίου πρὸς Ἡράκλειαν ἰόντα, περὶ τὸ λεγόμενον καινὸν φρούριον. Οὐ μὴν ἀτιμώρητος ἐτελεύτα. Οἵ τε γὰρ φονεῖς αὐτοῦ δίκας ὑπέσχον, καὶ αὐτὸς τοῖς θείοις τῶν αὐτοκρατόρων* ἐψηφίσθη.