Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 155
Not analysed yet
Ὅτι Αὐρηλιανὸς ὁ βασιλεὺς τὰ πολέμια δεινῶς ἦν ἠσκημένος, ἀκάθεκτος δὲ περὶ τὴν γνώμην, καὶ πολὺ πρὸς ὠμότητα ῥέπων. Τῶν τε κατὰ πόλιν ἐπισήμων θανάτῳ πολλοὺς ἐξημίωσεν ὑπὸ Ζηνοβίας ἐλεγχθέντας, χαλεπός τις καὶ φονικὸς ὑπάρχων, καὶ μᾶλλον ἀναγκαῖος στρατηγὸς ἤπερ αἱρετὸς βασιλεὺς, ἐν παντὶ δὲ καιρῷ δυσχερὴς καὶ ἀπρόσιτος, ὡς μηδὲ τοῦ τῶν οἰκείων αἵματος διαμεῖναι καθαρός· τὴν γὰρ τοῦ παιδὸς γαμετὴν καὶ ἀνέγκλητον διεχρήσατο. Τοῦ δὲ τῶν στρατιωτῶν τάγματος καὶ τῶν ἐξιτήλων καὶ διαλελυμένων ἠθῶν ὡς ἐπίπαν γενναῖος ἐπανορθωτὴς ἦν.