Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 16
Not analysed yet
Ὅτι Σαμψὼν, παῖς Μανωὲ, κριτὴς καὶ ἀνὴρ ἰσχυρός. Ἄχρι μὲν οὖν οὗτος ἐκράτει τῶν τοῦ σώματος ἡδονῶν, τῶν πολεμίων κατεδυνάστευσεν· ἐπειδὰν δὲ ὑπὸ Δαλιλᾶ τῆς πόρνης ὑπεκλάπη τὸν νοῦν, ἅμα καὶ σωφροσύνης καὶ τῆς ἰσχύος ἐξέπεσεν· ὑπὸ τε τῶν ἐναντίων ἁλοὺς δέσμιος εἰς Γάζαν ἀπήχθη, καὶ τῶν ὄψεων στερηθεὶς ἐδόθη ἀλήθειν ἐν μυλῶνι. Διὸ δὴ συμπεσὼν τοῖς τοῦ ἱεροῦ κίοσι συναπώλετο τοῖς ἐναντίοις εἰπών· «Ἀπελθέτω δὴ Σαμψὼν μετὰ τῶν ἀλλοφύλων.» Καὶ ὁ μὲν οὕτω διεφθάρη κρίνας τὸν λαὸν ἔτη εἴκοσι.