Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 163
Not analysed yet
Ὅτι Καρίνου βασιλεύσαντος τοῦ υἱοῦ Κάρου, καὶ πάντα ἐκμελῶς καὶ λογισμοῦ δίχα πράττοντος, ἀγγελθείσης τοῖς ἐν Ἰταλίᾳ τῆς Νουμεριανοῦ τελευτῆς, ἐπὶ τῇ Καρίνου περὶ πάντα ἐκμελείᾳ καὶ ὠμότητι δυσχεράναντες οἱ τῶν ἐκεῖσε στρατοπέδων ἡγούμενοι, Σαβινῷ Ἰουλιανῷ τὴν ὕπαρχον ἀρχὴν ἔχοντι βασιλικὴν στολὴν περιθέντες, μάχεσθαι σὺν αὐτῷ διενοοῦντο Καρίνῳ. Καρῖνος δὲ γνοὺς τὴν ἐπανάστασιν, ἐπὶ τὴν Ἰταλίαν ἐστέλλετο. Τότε δὴ τῶν στρατιωτῶν συμφρονῆσαι σφίσιν τοὺς ἀπὸ Περσῶν ἐπανελθόντας ἀναπεισάντων, Διοκλητιανὸν ἤδη κατὰ τὴν Νικομήδειαν τὴν ἁλουργίδα περιθέμενον ἄγουσι κατὰ τὴν Ἰταλίαν. Ἔτι δὲ ὄντος αὐτοῦ κατὰ τὴν ὁδὸν, συμβαλὼν ὁ Καρῖνος τοῖς Σαβινοῦ Ἰουλιανοῦ στρατιώταις, καὶ στρέψας ἐν τῇ μάχῃ τούτους, τῶν σὺν αὐτῷ τινῶν ἐπελθόντων, αἰφνίδιον ἀναιρεῖται, τῶν χιλιάρχων ἑνὸς, οὗ τὴν γυναῖκα διαφθείρας ἔτυχεν, ἀνελόντος αὐτόν.