Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 164
Not analysed yet
Ὅτι ἐπὶ Διοκλητιανοῦ Καραύσιός τις ἀνὴρ τεχθεὶς μὲν ἐν ἀφανεστάτῃ πόλει, περὶ δὲ στρατιωτικὰ σπουδῇ καὶ γενναιότητι διαφέρων κατὰ μικρὸν δόξαν ἀρίστην κτησάμενος, ἐκ τοιαύτης αἰτίας νεωτερίζειν ἤρξατο. Βελγικὸν καλούμενον κλῖμα, κατὰ τὴν τῆς ἁλμυρίδος θάλασσαν, Φράγκοι τε καὶ Σάξονες, ἔθνη Κελτικὰ, διετάραττον, ληϊζόμενοι τοὺς ἐμπόρους, καὶ τῶν χωρίων πορθοῦντες, τὰ ἐπιθαλάσσια. Σταλεὶς τοίνυν οὗτος ἐκ Βονωνίας πόλεως Γαλατικῆς, ἐπειδὴ πολλοὺς μὲν τῶν βαρβάρων ἐχειρώσατο, τὴν δὲ λείαν τὴν ἐκ τοῦ πολέμου οὔτε τοῖς ἐποίκοις τῶν ἐθνῶν ἀπεδίδου οὔτε τοῖς βασιλεῦσιν ἀπέπεμπεν, ἑκουσίως προπέμπειν τοὺς πολεμίους ὑπωπτεύθη· ἀναιρεθῆναι τοίνυν ὑπὸ τοῦ Ἑρκουλίου προσταχθεὶς, τήν τε πορφύραν περιέθετο, καὶ τὴν Βρεττανίαν καταλαμβάνει. Καὶ τούτου τοῦτο πεπραχότος, καὶ κεκινημένων πάντων τῶν πραγμάτων, καὶ Ἀχιλλεὺς κατὰ τὴν αἴγυπτον ἐνεωτέριζεν, καὶ ἡ Ἀφρικὴ πρὸς πέντε ἀνδρῶν, Γεντιανῶν τὴν προσηγορίαν, ἐπεπολέμητο.