Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 168
Not analysed yet
Ὅτι Κωνστάντιος ὁ ἀπὸ Καίσαρος βασιλεύσας, μετὰ τὴν διακλήρωσιν ἀποχρῆν ἡγούμενος τήν τε τοῦ Αὐγούστου καὶ αὐτοκράτορος ἐπίκλησιν, τῆς τε Ἰταλίας καὶ Αιβύης Ἑκουσίως ἀπέστη τῷ συνάρχοντι, τὸ εὔδαιμον οὐκ ἐν μεγέθει ἀρχῆς, ἀλλ ̓ ἐν τῷ ἡσύχῳ τε καὶ ἀπράγμονι θέμενος. Ἀνὴρ ἄριστος καὶ δημοτικὸς διαφερόντως τὸν τρόπον, καὶ τοὺς μὲν τῶν ἰδιωτῶν οἴκους περιέπων, τὰς δὲ τῶν βασιλείων θησαυρῶν αὐξήσεις οὐ σφόδρα διὰ σπουδῆς ἄγων. Βέλτιον γάρ οἱ εἶναι ἐδόκει τὰς δημοσίας χορηγίας ἐν ταῖς τῶν ὑπηκόων περιουσίαις ἔχειν τὸ βέβαιον, ἢ ὑπὸ ἓν κλεῖθρον τὸν ἁπάντων κατακεκλεῖσθαι πλοῦτον. Οὕτω δὲ ἄρα μέτριός τις ἦν καὶ λιτὸς ἔς τε τὰ ἄλλα καὶ ἐς τὴν καθ ̓ ἡμέραν τοῦ βίου δίαιταν, ὡς μήτε κοῖλον ἄργυρον ἐς πλῆθος κεκτῆσθαι, μηδὲ ἕτερόν τι πρὸς τρυφὴν βλέπον, ἀλλὰ παρὰ τὰς ἱερὰς καὶ δημοτελεῖς εὐφροσύνας τῷ τῶν ἰδιωτῶν ἀργύρῳ καὶ στρωμναῖς κοσμεῖν τὰ βασίλεια, ὅθεν καὶ Παῦπερ ὠνομάζετο. Ἐποίει γὰρ δὴ πολλὴν τὴν ἐπ ̓ αὐτὸν τῶν ἀρχομένων εὔνοιαν ὅ τε οἰκεῖος τρόπος πρὸς τὸ βέλτιστον καὶ ὠφελιμώτατον ἠσκημένος, καὶ οὐχ ἥκιστα ἡ τῶν ἔμπροσθεν ἡγησαμένων φύσις, ἀσμένως τῶν Γαλατῶν (τήν τε ὕποπτον Διοκλητιανοῦ σύνεσιν καὶ τὴν Μαξιμιανοῦ ὠμότητα ἐννοούντων) τοὺς αὐχένας ὑποκλινάντων τῇ τούτου πρᾳότητι.