Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 169
Not analysed yet
Ὅτι ὁ Γαλέριος ἐπειδὴ τῶν κατὰ τὴν Ῥώμην ᾔσθετο νεωτερισθέντων, ἐν μεγάλῳ τὸ πραχθὲν ποιούμενος, ἐπὶ καταλύσει τῆς τε τῶν Πραιτωριανῶν στάσεως, οἵτινες Μαξιμιανὸν Ἑρκούλιον ἀνεῖπον βασιλέα, καὶ τῆς Μαξεντίου ἀρχῆς Σεβῆρον σὺν ἀποχρώσῃ στρατιᾷ καταπέμπει τὸν Καίσαρα. Ὃς ἀφικόμενος πρὸς τὴν Ῥώμην, τὰ μὲν πρῶτα περιιὼν ἐπολιόρκει τὸν Μαξέντιον. Καταληφθεὶς δὲ ἀδοκήτως ὑπὸ τῶν τῆς ἐναντίας γενομένων μοίρας, φεύγει, καὶ ἁλοὺς ἐν Ῥαβέννῃ διαφθείρεται. Συνέβη γοῦν ἐντεῦθεν τὰς τοῦ Μαξεντίου αὐξηθῆναι δυνάμεις, καὶ τὴν ἀρχὴν αὐτῷ βεβαιωθῆναι. Ἀλλ ̓ ὅμως ὁ Ἑρκούλιος μανικῶς τῆς δυναστείας ἐρῶν, οὐ πολλῷ ὕστερον, ἐγερθέντων εἰς τὸ αὐτὸ τῶν στρατοπέδων, ἀφελέσθαι τὸν παῖδα τῆς ἁλουργίδος ἐπεχείρησε. Καταστασιασθεὶς δὲ ὑπὸ τῶν στρατιωτῶν, καὶ κινδυνεύσας ἀναιρεθῆναι, ἀπῆλθεν ἐς τὴν Γαλατίαν, ἐξεῶσθαι πρὸς τοῦ υἱοῦ τῆς Ἰταλίας πλαττόμενος, ὡς ἂν ὑπὸ τοῦ Κωνσταντίνου, κηδεστοῦ ὄντος, ἀνυπόπτως ὑποδεχθείν. Γνώμην δὲ ἐποιεῖτο καιροῦ πρὸς ἐπιβουλὴν ἀφικόμενος τοῦ κατακτεῖναι τὸν Κωνσταντῖνον. Πολλὴ δέ τις κατεῖχεν εὔνοια τοὺς στρατιώτας εἰς τὸν Κωνσταντῖνον, διά τε τὰ ἄλλα καὶ τὴν ἐν πολέμοις εὐτυχίαν. Φραγκοὺς γάρ τε καὶ Ἀλαμανοὺς, οἳ Κελτῶν εἰσὶ δυνατώτεροι, πανστρατιᾷ διαφθείρας, καὶ τοὺς ἡγεμόνας τούτων ἑλὼν, ἐν τῇ τῶν ἐπινικίων πανηγύρει διαγωνίσασθαι πρὸς θηρία παρεσκεύασεν, Ἀνοιχθείσης οὖν τῆς ἐπιβουλῆς διὰ Φαύστης τῆς τοῦ Μαξιμιανοῦ θυγατρός (αὐτὴ γὰρ συνοικοῦσα τῷ Κωνσταντίνῳ κατεμήνυσε τὸν τοῦ πατρὸς δόλον), φεύγει μὲν ὁ Ἑρκούλιος, καταληφθεὶς δὲ περὶ Μασσαλίαν, ὡς πρὸς τὸν παῖδα πάλιν ἀπαίρειν εἰς Ἰταλίαν διεγνώκει, τιμωρίαν ἐξέτισεν, ἀναιρεθεὶς ἐν δίκῃ.