Ancient Greek
171 to 171a
JOANNES ANTIOCHENUS, Fragmenta 171-171a
Not analysed yet
Κωνσταντῖνος ὁ μέγας λίθους πολυτελεῖς πέμψας τοῖς πέρας Ἴστρου ἔθνεσιν, ἐπέγραψε «Τῷ μείζονι τῷ δῶρον.» Τοῦτο γέγονεν αὐτοῖς αἴτιον ἀπωλείας. Περὶ δὲ τοῦ Βοσπορίου ἐπωνυμίας ταῦα φησὶν Ἰωάννης ὁ Ἀντιοχεὺς, ὅτι εἰς τὸ σιγματοειδὲς τοῦ τείχους εἶχον ἔθος πωλεῖν τοὺς βόας (ὃ καὶ ἐκράτει μέχρι τοῦ Κοπρωύμου), εἷς δέ ποτε βοῦς οἰστρηλατήσας εἰσῆλθε τὴν θάλασσαν καὶ ἐπέρασεν εἰς Χρυσόπολιν, καὶ διὰ τοῦτο ἐκλήθη Βοσπόριον.