Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 170
Not analysed yet
Ὅτι Κωνσταντῖνος, ὥς φησιν οὗτος ὁ Ἰωάννης, τῆς ἀδελφῆς τὸν υἱὸν Κομμόδης διαφθείρει δόλῳ, καὶ τῶν φίλων πολλοὺς καὶ ἐπιτηδείων. Διὸ δὴ τὰ πρῶτα δόξας ἄριστος εἶναι βασιλεὺς, καὶ τοῖς ἐπαινετοῖς τῶν αὐτοκρατόρων ἄξιος παραβάλλεσθαι, μετ ̓ ὀλίγον τοῖς εἰρημένοις μειονεκτήμασι πρὸς τὸ χεῖρον τῆς δόξης μεταβέβληκεν· καίτοι τῆς φύσεως αὐτὸν, καὶ τῶν ὅσα παρὰ τοῦ δαιμονίου φοιτᾶν ἀνθρώποις εἴωθεν, ἄριστον ἀναμφιβόλως ἀποφαινόντων. Οὐ γὰρ ῥᾴδιον εἰπεῖν ὁπόσαι τῆς ψυχῆς τε καὶ τοῦ σώματος διέλαμπον ἀρεταὶ τὸν ἄνδρα, τὴν ἐκ τῶν πολεμικῶν δόξαν μεταδιώκοντα, καὶ παρὰ τὰς μάχας τύχῃ τε ὁμοῦ δεξιωτάτῃ καὶ τῶν στρατηγικῶν ἐπιστήμῃ οὐ μείνοις χρώμενον. Οὐ γὰρ ἐν τοῖς ἐμφυλίοις πολέμοις μόνοις περιῆν τῶν ἐναντίων, ἀλλὰ καὶ μετὰ τούτους Σκύθαις πολλάκις προσπολεμήσας ὑποκύψαι τούτους ἠνάγκασεν, ἔς τε σπονδῶν αἴτησιν καταφυγεῖν. Ὧν μεταδοὺς καὶ οὐκ ἀποχρησάμενος τοῖς προτερήμασι, μεγίστας παρὰ τοῖς βαρβάροις ἔθνεσι δικαιοσύνης τε καὶ ἰσχύος μνήμας ἀπέλιπεν. Ἔχαιρε δὲ ἀνέκαθεν ἐλευθερίοις μαθήμασι καὶ ἐν ἐπαίνῳ παιδείαν ἐποιεῖτο καὶ λόγους. Δίκαιόν γε μὴν ἐξ ἁπάντων ἔρωτα θηρώμενος ἐτύγχανε τῆς σπουδῆς, τῷ δεξιῷ τε τῆς φύσεως καὶ περὶ τὰς δωρεὰς δαψιλεῖ. Ὡς γὰρ δὴ πρός τινας τῶν γνωρίμων ὑπούλως τε καὶ οὐχ ὑγιῶς ἔσχεν, οὕτως ἄρα πρὸς τοὺς πολλοὺς βέβαιος ὤφθη καὶ πιστότατος, οὐδένα καιρὸν παρεὶς, οὐδὲ ἀπολιπών τι φροντίδος, ὡς δυνατωτέρους τε χρήμασι καὶ λαμπροτέρους ταῖς τύχαις ἀποφαίνοι τοὺς ἐπιτηδείους.