Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 177
Not analysed yet
Ὅτι Ἰουλιανὸς ὁ παραβάτης μέχρι μέν τινος δεύτερα λόγων διετέλει τῷ αὐτοκράτορι. Ἐπεὶ δὲ πρὸς φθόνον τῶν οἱ δρωμένων κινηθεὶς Κωνστάντιος τὰς Γερμανικὰς καλουμένας φάλαγγας, ἐπὶ φυλακῇ τῆς Γαλατίας ἐκ τοῦ παλαιοτάτου καθιδρυμένας, ἀπιέναι τῆς συνήθους ἠνάγκαζε διατριβῆς, ὡς μονωθεὶς Ἰουλιανὸς αὐτῷ τε καὶ τοῖς βαρβάροις εὐεπιχείρητος εἴη, καταινέσει τῶν στρατιωτῶν, αἰσθομένων τῆς τοῦ Κωνσταντίου γνώμης, αὐτοκράτωρ ἀποδείκνυται· ἐνιαυτόν τε καταμείνας αὐτόθι, τὴν Γαλατίαν κατεστήσατο. Ἄρας δὲ τὸν στρατὸν, οὔτε ἐπὶ Ἰταλίας τὴν πορείαν ἐποιεῖτο, οὔτε εὔδηλος ἦν πρὸς τὸν ἐμφύλιον ὡρμημένος πόλεμον· ἀλλ ̓ ἐπὶ τοὺς βαρβάρους αὖθις ἵετο. Γενόμενος δὲ πρὸς τῷ ποταμῷ, καὶ ἐπιστρέψας τὴν πορείαν ἐχώρει [ἐπὶ] τῶν Ἑρκυνίων καλουμένων δρυμῶν· ἐκεῖ δὲ ναῦς ποταμίας κατασκευασάμενος, καὶ τῆς στρατιᾶς ὅσον ἦν κράτιστον ἀναλαβὼν, παρὰ τὴν ποταμίαν ὄχθην ἐκομίζετο, ὡς ἂν λάθοι. Καὶ πολλὰ εἰργάσατο. Ὁ δὲ Κωνστάντιος ἐπεὶ ᾔσθετο τοῦτο, πρὸς τὸν ἐμφύλιον πόλεμον σὺν ὀργῇ τρέπεται· οὐ μὴν ἐξεγένετό οἱ διὰ μάχης ἐλθεῖν τῷ Ἰουλιανῷ, βραβεύσαντος τοῦ θεοῦ τὸν πόλεμον, καὶ κατὰ μέσης αὐτῷ τὴν πορείαν ἐπιγενομένης τῆς τελευτῆς περὶ Μοψουεστίαν πόλιν, ἐν ὅροις Κιλίκων τε καὶ Σύρων κειμένην, μέ τῆς ἡλικίας ἐνιαυτῷ, τῆς δὲ βασιλείας ληʹ.