Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 178
Not analysed yet
Ἀδαρνάσης παιδίον ὢν ἠρωτήθη ὑπὸ τοῦ ἰδίου πατρὸς Ναρσαίου, βασιλέως Περσῶν, εἰ καλὴ εἴη ἡ σκηνὴ ἡ προσαχθεῖσα αὐτῷ ἐκ δερμάτων Βαβυλωνίων· ὁ δὲ εἶπεν, ὡς, εἰ καὶ κρατήσει τῆς βασιλείας, καλλίονα ταύτης ποιήσει ἐξ ἀνθρωπίων δερμάτων· καὶ κρατήσας ἐξέπεσε τῆς βασιλείας, ἔχων δύο ἀδελφοὺς, ὧν τὸν μὲν ἕνα Σάπωρον κρατήσας ἐτύφλωσε, τὸν δ ̓ ἕτερον Ὁρμίσδην εἶχεν ἐν φυλακῇ· οὗ ἡ μήτηρ, συνειδυίας καὶ τῆς αὐτοῦ γυναικὸς, δεσμοὺς σιδηροῦς τέχνῃ τινὶ κατασκευάσασα μαργαριτῶν ἔσωθεν ἐνέπλησε, καὶ δεηθεῖσα τῶν φυλάκων, τοὺς μὲν προτέρους δεσμοὺς ὡς βαρεῖς ἀφείλετο, ἐκείνους δὲ ἐπιτέθεικεν, ὡς ἂν, εἰ δυνηθείη φυγεῖν, ἄνευ βάρους πλοῦτον ἐπιφέροιτο. Ἡ δὲ γυνὴ αὐτοῦ ῥινίον αὐτῷ δέδωκεν, καὶ δειπνίσασα τοὺς φύλακας ὑπνῶσαι ἐποίησεν. Ὁ δὲ καιρὸν εὑρὼν ἐπιτήδειον τὰ δεσμὰ ῥήξας ἔφυγε, καὶ ἵππῳ χρησάμενος κατὰ διαστήματα ἐν σχήματι δουλικῷ παρὰ Λικιννίου φιλοτίμως ὑπεδέχθη. Ἦν δὲ ἀκοντιστὴς τοιοῦτος, ὥστε ἐκεῖνον μόνον ἀναίμακτον λέγεται ἐσχηκέναι τὸ δόρυ, ὃ μετὰ ταῦτα ἐν εἰκόνι κατέχων ἐγράφη. 2. Ἰουλιανὸς ὡράθη τισὶ συναιρεσιώταις αὐτοῦ ὑπὲρ πελάγους ἀπείρου καὶ ἀγρίου ἐν τῷ ἀέρι κρεμάμενος, εἰς τὴν θάλασσαν ἀεὶ πεσεῖσθαι προσδοκῶν, καὶ σιδηροῦς κόραξ εἴχετο αὐτοῦ τοῖς ὄνυξι, ῥάμφει δὲ σιδηρῷ τὴν αὐτοῦ κορυφὴν ἀπαύστως ἔπληττεν. Οὗτος ἐλθὼν εἰς Ταρσὸν, εὐδαίμονά τινα μονόφθαλμον ἱερέα Ἀσκληπιοῦ διὰ τὴν τυφλότητα αἰσχυνόμενον ὁραθῆναι αὐτῷ, ἀναζητήσας, τὸν ἠτυχηκότα ὀφθαλμὸν αὐτοῦ ἐνώπιον πάντων κατεφίλησε. 3. Νουμεριανὸς κατηγορεῖτο ὑπὸ τινὸς ὡς κεκλοφὼς δημόσια χρήματα· ὁ δ ̓ ἔξαρνος ἦν· ὁ δὲ κατήγορος οὐκ ἔχων ἐλέγχους, «Καὶ τίς, ἔφη, βασιλέων ἄριστε, τῶν ὑπαιτίων δίκην ὑπόσχῃ, εἰ πρὸς ἐκφυγεῖν τὸ ἀρνηθῆναι μόνον ἀρκεύει;» Ὁ δὲ Ἰουλιανὸς,» Καὶ τίς, ἔφη ἀναίτιος εὑρεθήσεται, εἰ ὁ κατήγορος ἐλέγχων χωρὶς πιστεύοιτο;» 4. Ἰοβιανὸς ἠκολούθει ποτὲ Ἰουλιανῷ, καὶ, συμβὰν οὕτω, τὴν χλαμύδα αὐτοῦ ἐπάτησεν. Ὁ δὲ στραφεὶς πρὸς αὐτὸν, καὶ ὥσπερ ἑρμηνεύων τὸ μέλλον εἶπεν, «Εἴθε γοῦν ἄνθρωπος ἦν.» Καὶ μετὰ θάνατον αὐτοῦ Ἰοβιανὸς αὐτὸν διεδέξατο.