Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 180
Not analysed yet
Ὅτι φησὶν ὁ Ἰωάννης οὑτοσὶ περὶ τοῦ Παραβάτου Ἰουλινοῦ, ὡς μόνος τὸ Ῥωμαϊκὸν καλῶς διῴκησεν, ἀνώρθωσέ τε αὐτὸ, εἰ μὴ ἐς ἐναντίωσιν τὰ ἐκ τοῦ δαιμονίου κατέστη· πάσης γὰρ παιδείας τά τε Ῥωμαίων, οὐχ ἥκιστα δὲ καὶ Ἑλληνίδα γλῶτταν ἐς ἄκρον συνειλήφει, ὀξὺς μὲν ὢν συνιδεῖν τὸ πρακτέον, ἑτοιμότερος δὲ τοῦτο ἐξαγγεῖλαί τε καὶ ἑρμηνεῦσαι, μνήμην τε ἁπάντων βεβαίαν ἔχων, σοφὸς μὲν τὰ οὐράνια, ἔμφρων δὲ τὰ ἀνθρώπινα. Πρὸς δὲ τοὺς φίλους μεγαλόφρων τε καὶ ἐλευθέριος, πλὴν ὅσον οὐκ ἐξητασμένος οὐδὲ ἀκριβὴς ἦν ἐν ταῖς τούτων κτήσεσι τὸν ἁρμόζοντα τοιῷδε βασιλεῖ τρόπον. Ἐγένοντο γοῦν τινες οἳ μῶμον τῇ τοῦ ἀνδρὸς δόξῃ τοῖς ἑαυτῶν ἀνέθεσαν μειονεκτήμασι, πολλὰ τῶν ἀλλοτρίων λαμβάνοντες προφάσει τῆς Ἑλληνικῆς δοκήσεως, οὐ μόνον ἀγνοοῦντος τοῦ βασιλέως, ἀλλὰ καὶ κωλύοντος. Τοῖς γε μὴν τῶν ἐθνῶν ἐποίκοις τὰ τῶν δασμῶν καθόσον ἠδύνατο καθῄρει μέτρα καὶ τὸ δημοτικὸν καὶ κοινὸν τοῦ ἤθους πρὸς ἅπαντας ὁμοίως τοὺς ὑπηκόους ἐξέφερε· χρημάτων μὲν ἀθροίσεως ὀλίγα πεφροντικὼς, δόξης δὲ ἐπιθυμητικῶς τε καὶ ἀκορέστως ἔχων, ὡς πολλάκις καὶ τὸ μέτρον ὑπερβαίνειν ταῖς ἐγχειρήσεσι. Ἐβέβλαπτο δὲ μόνον περὶ τὴν τοῦ σωτῆρος Χριστοῦ δόξαν ἐναντίως ἔχων καὶ ἐνιστάμενος τοῖς τὰ Χριστιανῶν μετιοῦσι δόγματα, οὐ μὴν ὥστε ὠμὸν ἢ φονικόν τι ἐργάσασθαι πώποτε. Συνελόντι δὲ εἰπεῖν, Μάρκῳ Ἀντωνίῳ προσόμοιος ἦν, ὃν δὴ καὶ ζηλοῦν ὡς ἐπίπαν ἐστπούδαζεν.