Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 179
Not analysed yet
Ὅτι Ἰουλιανὸς ὁ μισόθεος καὶ μισόχριστος διανυκτερεύων λόγους συνέγραφε, καὶ τούτους ἐπὶ τῆς συγκλήτου βουλῆς ἐπεδείκνυτο. Ἐτίμα δὲ καὶ τοὺς περὶ παιδείαν ἀσχολουμένους, μάλιστα τοὺς φιλοσοφίαν ἐπαγγελλομένους. Ταῦτα αὐτοῦ ἀσκοῦντος οἱ τῶν ἐπαρχῶν ἄρχοντες λαμβάνειν τὰ τῶν Χριστιανῶν βουλόμενοι πολλοὺς τιμωρίαις ὑπέβαλλον. Καὶ ὁ μὲν Ἰουλιανὸς κατ ̓ ἀρχὰς τοῖς προσιοῦσιν ἤπιος ὢν, οὐχ ὁμοίως τότε διεγένετο, ἀλλὰ πολλὰ τῶν πραττομένων ὑπὸ τῶν ἑλληνίζειν δοκούντων παρεώρα. Καί ποτε Χριστιανοὺς ἐκώλυσεν Ἑλληνικῆς παιδείας μεταλαμβάνειν, καὶ πρὸς τὴν βασιλικὴν δορυφορίαν στρατεύεσθαι. Ἐν οἷς ἦν Ἰοβιανός τε καὶ Βαλεντινιανὸς καὶ Οὐάλης, οἱ μετ ̓ αὐτὸν βασιλεύσαντες. Ἐπεὶ δὲ εἶχε τῆς ἐπὶ Πέρσας ὁδοῦ, διά τε τῆς Ἀσίας ἐπὶ Συρίαν καὶ τὴν Ἀντιόχου διελθὼν πόλιν πλεῖστα παρὰ τῶν Χριστιανῶν ἐπορίσατο χρήματα, καὶ μικροῦ δεῖν κατὰ τοῦ δήμου διεγερθεὶς, ὡς εἰς αὐτὸν ἀποσκώψαντος, ὑπὸ Σαβουστίου τοῦ τῶν πραιτωρίων ἐπάρχου παρεκλήθη.