Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 182
Not analysed yet
Ὅτι Οὐαλεντινιανὸς χριστιανὸς ὢν καὶ τὰ τοῦ ὁμοουσίου φρονῶν, οὐδὲν τοὺς ἐναντίους ἠδίκει. Ἐγένετο δὲ καὶ πρὸς τὸ νομοθετεῖν ἑτοιμότατος, φροντίζων καὶ τῆς τῶν θησαυρῶν δικαίας ὑποδοχῆς, πρὸς δὲ ταῖς τῶν ἀρχόντων αἱρέσεσιν ἀκριβὴς καὶ τιμωρὸς τῶν ἀπειθούντων ἀπαραίτητος, ἐπὶ δὲ τοῖς πολέμοις ἄριστος. Ὁ δὲ Οὐάλης τῆς Ἀρείου δόξης μεταποιούμενος μέγιστον ἐκίνει κατὰ τῶν Κριστιανῶν διωγμὸν, ὡς πολλοὺς μὲν ἐν τοῖς δικαστηρίοις ἀναιρεῖσθαι, πολλοὺς δὲ καὶ ἐξορίαις ὑποβάλλεσθαι, καὶ αὐτοὺς δὲ τοὺς κατὰ τὴν ἔρημον ἐμφωλεύοντας τῶν ἰδίων σηκῶν ἀπελαύνεσθαι. Καθ ̓ ὃν χρόνον τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας Λιβέριος προειστήκει, τῆς δὲ ἐν Ἀλεξανδρείᾳ Ἀθανάσιος, καὶ τῆς ἐν Κωνσταντίνου πόλει Εὐδόξιος τῆς Ἀρείου θρησκείας διδάσκαλος.