Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 183
Not analysed yet
Οὐαλεντινιανὸς ὁ μέγας. Οὐαλεντινιανῷ προσῆλθε γυνὴ γυνὴ χήρα, τῆς οὐσίας αὐτῆς ὑπὸ Ῥοδανοῦ πραιποσίτου ἁρπαγείσης· ὁ δὲ ἐπέτρεψε Σαλουστίῳ κρῖναι αὐτὴν, καὶ κατεκρίθη ὁ Ῥοδανὸς ἀποδοῦναι τὰ ἁρπαγέντα. Ὡς δ ̓ οὐκ ἐπείθετο, καὶ ἡ γυνὴ ὤχλει, ἔκαυσεν αὐτὸν ἐν τῷ ἱπποδρόμῳ ὁ βασιλεύς.