Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 203
Not analysed yet
Ὅτι Μαιουρῖνος, ὁ τῶν Ἑσπερίων βασιλεὺς, ὡς αὐτῷ οἱ ἐν Γαλατίᾳ Γότθοι σύμμαχοι κατέστησαν, καὶ τὰ παροικοῦντα τῇ ἑαυτοῦ ἐπικρατείᾳ ἔθνη τὰ μὲν λόγοις, τὰ δὲ ὅπλοις παρεστήσατο· καὶ ἐπὶ τὴν Λιβύην σὺν πολλῇ διαβαίνειν ἐπειρᾶτο δυνάμει, νηῶν ἀμφὶ τὰς τʹ αὐτῷ ἠθροισμένων· καὶ ἐπὶ συνθήκαις αἰσχραῖς καταλύσας τὸν πόλεμον, ἐπανεζεύνυεν. Ἤδη δὲ ἐς τὴν Ἰταλίαν διαβεβηκότι ὁ Ῥεκίμερ θάνατον ἐπεβούλευσεν. Ὁ μὲν γὰρ τοὺς συμμάχους μετὰ τὴν ἐπάνοδον ἀποπέμψας, σὺν τοῖς οἰκείοις ἐπὶ τὴν Ῥώμην ἐπανήρχετο. Οἱ δὲ περὶ τὸν Ῥεκίμερα συλλεβόντες αὐτὸν, τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος ἐγύμνωσαν, πληγάς τε ἐντείναντες, τῆς κεφαλῆς ἐπετέμνοντο. Τοῦτο μὲν τῷ Μαιουρίνῳ τῆς τοῦ βίου καταστροφῆς γίνεται τὸ τέλος.