Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 204
Not analysed yet
Ὅτι ὁ Γιζέριχος ἐπόρθει τὰς Ἰταλίας, βουλόμενος βασιλεῦσαι τῶν Ἑσπερίων Ὀλύβριον διὰ τὴν ἐξ ἐπιγαμίας συγγένειαν. Οὐκ ἐποιεῖτο δὲ προφανῆ τοῦ πολέμου αἰτίαν, τὸ μὴ τὸν Ὀλύβριον ἐς τὰ τῆς Ἑσπερίας διαβῆναι βασίλεια, ἀλλὰ τὸ μὴ τὴν Βαλεντινιανοῦ καὶ Ἀετίου δεδόσθαι αὐτῷ περιουσίαν, τὴν μὲν, ὀνόματι Εὐδοκίας, ἣν ὁ τούτου παῖς εἶχε, τὴν δὲ, ὡς Γαυδεντίου παιδὸς διάγοντος παρ ̓ αὐτῷ.