Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 217
Not analysed yet
Λογισάμενος Ἰουστινιανὸς τὴν δαπάνην τῶν τοσούτων χιλιάδων δεῖν ἔκρινε μᾶλλον δι ̓ ὀλίγων δώρων συμβάλλειν ἀλλήλοις τοὺς τῶν ἐθνῶν ἄρχοντας, ἵνα τοὺς μὲν μήτε τοσαῦτα δαπανᾷ εἰς τὸν στρατὸν μήτ ̓ ὀχλεῖται πέμπων κατ ̓ αὐτῶν, ἐκεῖνοι δὲ ἀλλήλοις αἰτία φθορᾶς γίνοιντο, ὃ δῆτα τέως ἐπὶ τοῖς ἐκεῖθεν τοῦ Ἴστρου Οὔννοις ἐποίησεν. Ἔγραψε γὰρ πρὸς ἕνα τῶν ἀρχόντων, ὅτι «Τῷ κρείττονι ὑμῶν πέπομφα δῶρα· καὶ ἐγὼ μὲν σὲ οἰόμενος εἶναι τὸν κρείττονα διὰ σὲ τοῦτο ἔγραψα, ἕτερος δέ τις ἀφείλετο ταῦτα βίᾳ λέγων ἐκεῖνος εἶναι κρείττων. Σπούδασον οὖν ὅτι σὺ πάντων ὑπερέχεις, καὶ λάβε τὰ ἀφαιρεθέντα τιμωρησάμενος αὐτὸν κατὰ λόγον. Εἰ δὲ μὴ τοῦτο ποιήσῃς, εὔδηλον ὅτι ἔστιν ὁ μείζων, καὶ πάντως ἡμεῖς ἐκείνῳ προσκεισόμεθα, καὶ σὺ στερηθήσῃ τοσούτων.» Ταῦτα μαθὼν ὁ Οὖννος ἐκρότησε πόλεμον κατὰ τῶν ὁμοεθνῶν. Καὶ οὕτως ἐπὶ πολὺ μαχόμενα ταῦτα τὰ ἔθνη ὑπ ̓ ἀλλήλων ἀπώλοντο.