Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 218
Not analysed yet
Ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως σὺν Οὔννοις ἑπτακισχιλίοις διαβὰς τὸν Ἴστρον Ζαβεργὰν ἐγγὺς τῆς βασιλίδος ἔφθασε λεηλατῶν τὰ μεταξὺ, ἄτε μὴ στρατιᾶς που φρουρούσης· ἐπὶ μὲν γὰρ τῶν πρὸ εὐτοῦ βασιλέων [εἰς] ἑξακοσίας καὶ τεσσαράκοντα πέντε χιλιάδας μαχίμνω ἀνδρῶν ὁ τῶν Ῥωμαίων ἐκορυφοῦτο στρατός· Ἰουστινιανὸς δὲ μόλις εἰς ἑκατὸν καὶ πεντήκοντα περιέστησεν. Ὥστε μηδὲ δύνασθαι ἐξαρκεῖν ἐν τῇ Λαζικῇ καὶ Ἀρμενίᾳ καὶ Λιβύῃ καὶ Γότθοις καὶ Ἰταλίᾳ.