Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 38
Not analysed yet
Ὅτι Δαρεῖος ὁ Περσῶν βασιλεὺς Ἀρσάμου παῖς, μέχρι τῆς κατὰ Βιθυνίαν Χαλκηδόνος τὰς στρατιὰς προβιβάσας, ὑπὸ πολλῶν τε βασιλέων δορυφορούμενος, καὶ μεγίσταις ἐντρυφῶν παρατάξεσι, τὸν μὲν ὑπὸ Βαγώου τοῦ προκοίτου θάνατον διαφυγὼν, αὐτόν τε τὸ προσφερόμενον πιεῖν ἀναγκάσας φάρμακον, παραχρῆμα διέφθειρεν. Καὶ ὁ μὲν Βαγώας δίκας ὑποστὰς ὧν περὶ τοὺς προτέρους ἥμαρτε βασιλέας, Ἄρσαμόν τε καὶ Ὦχον, ὑπὸ τοῦ ἰδίου φαρμάκου ἀναιρεῖται· ὁ δὲ βίῳ καὶ τὴν βασιλείαν κατέλυσεν.